Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.268 Joseph. AJ 5.273 (English) >>Joseph. AJ 5.278

5.271

Τελευτήσαντος δὲ Ἰαφθᾶ τὴν ἀρχὴν Ἀψάνης παραλαμβάνει φυλῆς ὢν Ἰουδαϊκῆς Βηθλέμων δὲ πόλεως. τούτῳ δὲ παῖδες ἦσαν ἑξήκοντα, τριάκοντα μὲν ἄρρενες αἱ λοιπαὶ δὲ θυγατέρες, οὓς καὶ πάντας ζῶντας κατέλιπε τὰς μὲν ἀνδράσιν ἐκδοὺς τοῖς δὲ γυναῖκας ἠγμένος. πράξας δʼ οὐδὲν ἐν τῷ ἑπταετεῖ γενομένῳ χρόνῳ λόγου καὶ μνήμης ἄξιον γηραιὸς ὢν ἀπέθανε καὶ ταφῆς ἐν τῇ πατρίδι τυγχάνει. 5.272

Ἀψανοῦς δʼ οὕτως ἀποθανόντος οὐδʼ μετʼ αὐτὸν παραλαβὼν τὴν ἡγεμονίαν Ἤλων ἐπʼ ἔτη δέκα κατασχὼν αὐτὴν φυλῆς ὢν τῆς Ζαβούλης ἔπραξέ τι σπουδῆς ἄξιον. 5.273

Ἀβδὼν δὲ Ἤλωνος παῖς φυλῆς μὲν τῆς Ἐφραμίτιδος πόλεως δὲ τῆς Φαραθωνιτῶν γεγονώς, αὐτοκράτωρ ἡγεμὼν ἀποδειχθεὶς μετʼ Ἤλωνα μόνης ἂν τῆς εὐπαιδίας μνημονευθείη, μηδὲν ἔργον διὰ τὴν εἰρήνην καὶ τὴν ἄδειαν τῶν πραγμάτων λαμπρὸν μηδʼ αὐτὸς εἰργασμένος. 5.274υἱοὶ δὲ ἦσαν αὐτῷ τεσσαράκοντα καὶ τούτων τὴν γενεὰν καταλιπόντες τριάκοντα, ἤλαυνέ τε σὺν αὐτοῖς οὖσιν ἑβδομήκοντα πᾶσιν ἱππάζειν ἀρίστοις γεγενημένοις, καὶ πάντας ὑπὲρ γῆς ἀπολιπὼν θνήσκει γηραιὸς καὶ ταφῆς ἐν Φαραθῷ λαμπρᾶς τυγχάνει. 5.275

Μετὰ δὲ τοῦτον Παλαιστῖνοι τελευτήσαντα κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ φόρους παρʼ αὐτῶν ἐλάμβανον ἐπʼ ἔτη τεσσαράκοντα. ταύτης δʼ ἐλευθεροῦνται τῆς ἀνάγκης τούτῳ τῷ τρόπῳ·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.268 Joseph. AJ 5.273 (English) >>Joseph. AJ 5.278

Powered by PhiloLogic